Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.198 Dem. 21.202 (English) >>Dem. 21.205

21.200ἀλλʼ οὐ Μειδίας, ἀλλʼ ἀπὸ τῆς ἡμέρας ταύτης λέγει, λοιδορεῖται, βοᾷ. χειροτονεῖταί τις· Μειδίας Ἀναγυράσιος προβέβληται. Πλουτάρχου προξενεῖ, τἀπόρρητʼ οἶδεν, πόλις αὐτὸν οὐ χωρεῖ. καὶ ταῦτα πάντα ποιεῖ δῆλον ὅτι οὐδὲν ἄλλʼ ἐνδεικνύμενος ὅτιἐγὼ οὐδὲν πέπονθʼ ὑπὸ τῆς καταχειροτονίας, οὐδὲ δέδοικʼ οὐδὲ φοβοῦμαι τὸν μέλλοντʼ ἀγῶνα.” 21.201ὃς οὖν, ἄνδρες Ἀθηναῖοι, τὸ μὲν ὑμᾶς δεδιέναι δοκεῖν αἰσχρὸν ἡγεῖται, τὸ δὲ μηδὲν φροντίζειν ὑμῶν νεανικόν, τοῦτον οὐκ ἀπολωλέναι δεκάκις προσήκει; οὐδὲ γὰρ ἕξειν ὑμᾶς τι χρήσεσθʼ αὐτῷ νομίζει. πλούσιος, θρασύς, μέγα φρονῶν, μέγα φθεγγόμενος, βίαιος, ἀναιδής, —ποῦ ληφθήσεται, νῦν ἐὰν διακρούσηται;

21.202ἀλλʼ ἔγωγε, εἰ μηδενὸς εἵνεκα τῶν ἄλλων, τῶν γε δημηγοριῶν ὧν ἑκάστοτε δημηγορεῖ, καὶ ἐν οἷς καιροῖς, τὴν μεγίστην ἂν αὐτὸν δικαίως οἶμαι δίκην δοῦναι. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι, ἂν μέν τι τῶν δεόντων ἀπαγγελθῇ τῇ πόλει καὶ τοιοῦτον οἷον εὐφρᾶναι πάντας, οὐδαμοῦ πώποτε Μειδίας τῶν συνηδομένων οὐδὲ τῶν συγχαιρόντων ἐξητάσθη τῷ δήμῳ, ἂν δέ τι φλαῦρον, 21.203 μηδεὶς ἂν βούλοιτο τῶν ἄλλων, πρῶτος ἀνέστηκεν εὐθέως καὶ δημηγορεῖ, ἐπεμβαίνων τῷ καιρῷ καὶ τῆς σιωπῆς ἀπολαύων ἣν ἐπὶ τῷ περὶ τῶν συμβεβηκότων ἄχθεσθαι ποιεῖσθʼ ὑμεῖς· “τοιοῦτοι γάρ ἐστʼ, ἄνδρες Ἀθηναῖοι· οὐ γὰρ ἐξέρχεσθε, οὐδʼ οἴεσθε δεῖν χρήματʼ εἰσφέρειν. εἶτα θαυμάζετʼ εἰ κακῶς τὰ πράγμαθʼ ὑμῖν ἔχει; ἔμʼ οἴεσθʼ ὑμῖν εἰσοίσειν, ὑμεῖς δὲ νεμεῖσθαι; ἔμʼ οἴεσθε τριηραρχήσειν, ὑμεῖς δʼ οὐκ ἐμβήσεσθαι;”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.198 Dem. 21.202 (English) >>Dem. 21.205

Powered by PhiloLogic